Τὸ Ἕν ἐστίν, ὃ ἄρχει τοῦ κόσμου, καὶ Πρῶτον Αἴτιον παντὸς ὄντος, ἀθανάτου τε καὶ θνητοῦ.
Ἄχρονόν τε ὂν καὶ ἐξαίφνης ἐκπορεύει τὸ πεδίον τῶν Ἀθανάτων Ὄντων, ὃ καλοῦσιν οἱ φιλόσοφοι “Εἶναι”. Ἐντός τούτου τοῦ πεδίου ὑπάρχουσιν αἱ Ἐνάδες, ὁ Νοῦς, ἡ Παγκοσμία Ψυχή, καὶ οἱ Ἀθάνατοι Θεοί.
Ὁ Ἀθάνατος Θεῖος Νοῦς νοεῖ τὰς Ἰδέας, ἅτινές εἰσιν Τέλειαι καὶ Ἰδεαταὶ Μορφαί. Ὁ αὐτὸς Θεῖος Νοῦς προβάλλει ταύτας εἰς κατώτερον πεδίον καὶ δημιουργεῖ τὰ Ἀντίθετα· διὸ καὶ καλείται Θεὸς Δημιουργὸς τῆς Πλάσεως, τοῦ Γίγνεσθαι, ἢ τοῦ Αἰσθητοῦ Κόσμου.
Προβολὴ δὲ τῆς Ἰδέας τοῦ Αἰωνίου ἐστίν ὁ Χρόνος.
Ὁ Αἰὼν ἐστὶν ἡ ἀμετάβλητος χρονικὴ κατάστασις, ἣν διατηρεῖ τὸ Ἀγαθὸν ἐντός παντὸς Ἀθανάτου Ὄντος, καὶ καθιστᾷ τὸ πεδίον τοῦ Εἶναι εἰς Μονήν.
Ὁ δὲ Χρόνος ἐστὶν εἰκὼν μεταβλητὴ τῆς Αἰωνιότητος, καθ’ ὃν τρόπον χρόνος μεταβαλλόμενος, ὃς ποιεῖ τὸ Γίγνεσθαι εἰς συνεχή ῥοὴν καὶ μεταβολήν.
Πᾶν ὃ ὑπάρχει ἐντὸς τοῦ Γίγνεσθαι, ἐν χρόνῳ ἐστί, καὶ μεταβάλλεται μεταξὺ ἀντιθέτων καταστάσεων.
Οὕτως ἐντὸς τοῦ Γίγνεσθαι τὰ ὄντα πάσχουσιν ὀντικῶς τήν τε Ζωὴν καὶ τὸν Θάνατον, ψυχικῶς τὸ Δίκαιον καὶ τὸ Ἄδικον, τὸ Καλὸν καὶ τὸ Κακόν, αἰσθητῶς δὲ τὸ Φῶς καὶ τὸ Σκότος, καὶ πλῆθος ἄλλων ἀντιθέτων ἐν ὀντικῷ, ψυχικῷ καὶ αἰσθητῷ πεδίῳ ἀντιλήψεως.
Διὰ τί ἐδημιουργήθη ὑπὸ τοῦ Θεοῦ Δημιουργοῦ Νοὸς τὸ πεδίον τῶν Ἀντιθέτων – Γίγνεσθαι καὶ τὰ ὄντα ἐντός αὐτοῦ
Ὁ Νοῦς, πρὶν ἔτι κατασκευάσῃ τὸ πεδίον τῶν Ἀντιθέτων, ἤτοι τὸ Γίγνεσθαι, ἐδημιούργησεν τὸ Ἀθάνατον μέρος τῶν Νοητῶν Ὄντων, ὡς Ἀθάνατον Λόγον Ψυχῆς, καθ’ ἀριθμὸν πλήθη.
Οὕτως ἐγένετο τὸ Λογιστικὸν, Θεῖον καὶ Ἀθάνατον μέρος τῆς Ψυχῆς ἐντὸς τοῦ πεδίου τοῦ Εἶναι.
Ἐν ἀκολούθῳ, ἐχαρίσατο ὁ Νοῦς τὴν ἐλευθερίαν εἰς ἑκάστην Ψυχήν, ἵνα μετέχῃ τοῦ Ἕνoς, καὶ θαυμάζῃ διὰ τῆς ἐνεργείας τῆς Ἐπιστροφῆς τὰς ἰδιότητας τοῦ Ἕνoς.
Ἐκάστη Ψυχή ἤρξατο νοεῖν διαφόρους ἰδιότητας τοῦ Ἕνoς· ἡ μὲν ἐθαύμασε τὸ Κάλλος, ἄλλη δὲ τὴν Σοφίαν καὶ τὸν Θεῖον Λόγον· ἄλλη δὲ τὴν Ἀγαθότητα, τὴν Καλοσύνην καὶ τὴν Συμπάθειαν.
Οὕτως ἑκάστη Ψυχή ἤρξατο δημιουργεῖν τὸ Θυμοειδὲς καὶ τὸ Ἐπιθυμητικὸν αὐτῆς μέρος, ὡς Θεῖον Ἔρωτα πρὸς τὸ Ἕν, διὰ τῆς νοήσεως τοῦ Κάλλους· ὡς Σοφίαν, διὰ τῆς νοήσεως τοῦ Θείου Λόγου· καὶ ὡς Καλοσύνην καὶ Συμπάθειαν, διὰ τῆς νοήσεως τῆς Ἀγαθότητος τοῦ Ἕνoς.
Μέχρι τῆς ἀχρόνου ταύτης στιγμῆς οὔπω φανερά ἐγένετο οὔτε ὁ Χρόνος, οὔτε ὁ Θάνατος, οὔτε ἡ Κακία, οὔτε τὸ πεδίον τῶν Ἀντιθέτων, ἤτοι τὸ Γίγνεσθαι.
Πᾶσαι δὲ αἱ Ψυχαὶ, ἐπιστρέφουσαι διὰ τῆς νοήσεως εἰς τὸ Ἕν, ἐκτήσαντο γνῶσιν καὶ σύνεσιν τῶν Ἀθανάτων Ἰδιοτήτων τῶν Θεῶν τε καὶ τοῦ Ἕνoς· οὐ μὴν ἀλλ’ οὐδέπω εἶχον ἀναπληρώσει παντελῶς τὴν ἄγνοιαν αὐτῶν.
Τινὲς δὲ Ψυχαὶ ἐθαύμαζον καὶ ἀπεροῦντο περὶ τῆς Ἰδιότητος τῆς Ἀθανασίας· οὐκ ἐδύναντο γὰρ νὰ κατανοήσωσι τὴν ἴδιαν Ἀθάνατον Φύσιν αὐτῶν, μηδὲ τὴν Φύσιν τῶν Θεῶν καὶ τοῦ Ἕνoς, καθ’ ὅσον ἀφορᾶ εἰς τὴν Ἀθανασίαν.
Αἱ δὲ ταύται Ψυχαί, ἐν τῷ πόθῳ κατανοήσεως τῆς Θείας ταύτης Ἰδιότητος, ἐπεθύμησαν νὰ γεύσωνται τὴν στέρησιν αὐτῆς, ἵνα διὰ τῆς ἐλλείψεως ἐμπειρικῶς μάθωσι τί ἐστιν ἐκεῖνο ὃ θὰ ἐστεροῦντο· καὶ ἐπιθυμοῦσαι πάλιν τὴν Ἐπιστροφήν εἰς τὸ Ἕν, νὰ βιώσωσι τελείως καὶ τὴν στέρησιν καὶ τὴν ὀντικὴν μετουσίαν εἰς τὴν Θείαν Ἰδιότητα τῆς Ἀθανασίας.
Ἵνα δὲ ἐκπληρωθῇ ἡ τούτων ἐπιθυμία καὶ πληρωθῇ ἡ ἀγνοία, ὁ Θεῖος Νοῦς ὁ Δημιουργὸς κατεσκεύασεν πεδίον μικτὸν ἰδιοτήτων, ἐν ᾧ αἱ Θεῖαι ἰδιότητες μετεβάλλοντο, καὶ ὑπῆρχεν ἅμα καὶ ἡ στέρησις αὐτῶν, ἢ ἡ ἀπομάκρυνσις τῶν Ψυχῶν ἀπὸ τοῦ Θείου· τὸ δὲ Γίγνεσθαι ἐδημιουργήθη ὡς πεδίον Ἀντιθέτων, ἵνα βιώσωσιν αἱ Ψυχαὶ ταῦτα τήν τε στέρησιν τοῦ Θείου καὶ τὴν Ἐπιστροφὴν διὰ τῆς Μεθέξεως πάλιν πρὸς τὸ Ἕν.
Αἱ τοιαῦται Ψυχαὶ ἀπέκτησαν θνητὰ μέρη, τὸ Ἐπιθυμητικὸν καὶ τὸ Θυμοειδές, ἐπισυνυπάρχοντα τοῖς Ἀθανάτοις Θείοις στοιχείοις τοῦ Λογιστικοῦ, ἵνα ᾖ τι τοῦτο φθειρόμενον, καὶ ἡ Ψυχὴ διὰ ταύτης τῆς φθορᾶς πειραθῇ.
Αὗται οἱ Ψυχαὶ ἐμέλλον νὰ βιώσωσι τὴν ψυχοδιάλυσιν διὰ μακροῦ χρόνου ἐντός τοῦ Γίγνεσθαι· καὶ ἐνταῦθα πρῶτον ἐγένετο ὁ Θάνατος καὶ ὁ μεταβαλλόμενος Χρόνος.
Μετὰ παρέλευσιν χρόνου, αἱ τοιαῦται Ψυχαὶ, αἵτινες ἦσαν πλέον σύμμικτοι ἐξ Ἀθανασίας καὶ Θανάτου — ἔχουσαι μὲν τὸ Ἀθάνατον μέρος, συγχρόνως δὲ καὶ μέρη θνητά — ἤρξαντο πάσχειν τὰ ἀντίθετα ἐν ὀντικῷ, ψυχικῷ, καὶ αἰσθητῷ πεδίῳ.
Ἐκ τῆς μεθέξεως αὐτῶν εἰς τὰ Ἀντίθετα, αἱ μὲν ἐβίωναν τὸν Θάνατον ὡς ἐνδείαν ὀδυνηρὰν καὶ δυστυχίαν, ὅταν ἐκ τῆς εὐτυχίας περιπίπτωσιν εἰς δυστυχίαν, καὶ ἐπεθύμουν νὰ ἀπαλλαγεῖν ἀπὸ τὸ αἴτιον τῆς ταύτης δυστυχίας, τὴν ἐπιθυμίαν τοῦ θανάτου· αἱ δὲ ἄλλαι, ἐξ ἀγνοίας καὶ ἀπορίας ἀνεξάντλητου περὶ τοῦ θανάτου, ὀλίγον κατ’ ὀλίγον ἀπεμακρύνοντο τοῦ Ἕνoς καὶ ἐπελάθοντο τῆς Ἀθανάτου Φύσεως αὐτῶν.
Αἱ δὲ ψυχαὶ ταῦται, ἃς ἡ ἀγνοία καὶ ἡ τοῦ θανάτου ἐπιθυμία ἦσαν ἀνέκλειπτοι, ἐνεδύθησαν ἔτι βαθυτέρως εἰς τὰ αἰσθητά· καὶ ἐπὶ τῇ δυστυχίᾳ αὐτῶν ἐνόμισαν ὡς αἴτιον τὸ Ἕν καὶ τοὺς Θεούς, καὶ οὐχὶ τὴν ἰδίαν αὐτῶν προαίρεσιν· διὸ καὶ ἐμίσησαν τὸ Ἕν, καὶ οὕτως ἐγέννησαν τὴν Κακίαν, ὡς ἀπομάκρυνσιν ἀπὸ τοῦ Ἕνoς, τῶν Θεῶν καὶ τῆς Ἀθανασίας.
Αἱ τοιαῦται Ψυχαὶ ἤρξαντο ἐνσωματοῦσθαι εἰς τὴν Ὕλην, ἥτις ἐστὶν ἡ ἐσχάτη Πρόοδος ἀπὸ τὸ Ἕν.
Ταὐτίσθησαν μετὰ μορφῶν αἰσθητῆς ὕλης, καὶ κατὰ τὴν ἰδίαν δύναμιν καὶ σύμμικτον ποιότητα πρὸς τὸ Ἀγαθὸν καὶ τὸ Κακόν, ἤρξαντο δημιουργεῖν ὕλαια ὄντα, οἷον ἀνθρώπους, ζῷα, φυτά.
Ταῦτα δὲ τὰ ὄντα εἶχον σώμα θνητόν καὶ Ψυχὴν ἀκάθαρτον καὶ θολεράν, ἐκδηλοῦντα ταυτοχρόνως καὶ ἐπιθυμίαν ἐπιστροφῆς πρὸς τὸ Ἕν, καὶ ἀπεχθείαν πρὸς Αὐτό, μαρτυροῦντα οὕτως τὴν Κακίαν εἰς ἣν περιέπεσον.
Ταῦτα τὰ ὄντα, μετὰ τὸν ὕλαιον θάνατον, αἱ Ψυχαὶ αὐτῶν μετενσαρκοῦντο εἰς ἄλλα ὕλαια σώματα, ἀναλόγως πρὸς τὴν Νοητικὴν ποιότητα καὶ δύναμιν τῆς Ψυχῆς ἑκάστης· ἔνιοτε μὲν εἰς σώματα ἀνθρώπων, ἔνιοτε δὲ εἰς σώματα ζῴων, φυτῶν, ἢ καὶ στοιχείων τῆς Φύσεως τῆς Γαίας.
Κατεχῶντο δὲ καὶ ἐν ἀψύχῳ ὕλῃ, ὡς ἐν ὕδασι, ποταμοῖς, λιμναῖς, ὄρεσιν, στερεοῖς, ὑγροῖς τε καὶ ἀερίαις μάζαις, ἀναλαμβάνοντα παντοῖον ὑλικὸν φορέα ἐπὶ προσώπου τῆς Γῆς.
Καὶ ἐπείπερ ἑκάστοτε ἀλλοιούτο ἡ ποιότης αὐτῶν ἐν τῇ μείξει τοῦ Ἀγαθοῦ καὶ τοῦ Κακοῦ, μετεμψυχώνοντο, ἐκ Ψυχῆς νοητικῆς, εἰς ἄνουν Ὄν, ὅταν ἐπικρατοῦσε ἡ Κακία ἐπὶ τῆς Ἀγαθότητος· ἀλλὰ πάλιν εἰς Θεῖον ἢ Δαιμόνιον Ὄν, ὅταν ἡ Ψυχὴ μεταβάλῃ τὴν ποιότητα αὐτῆς ἐν τῇ μείξει, μειουμένης τῆς Κακίας.
Ἡ δὲ Ψυχὴ τῶν ζῴων κρατεῖται ὑπὸ τοῦ Φόβου· διὸ καὶ ὁ Θεῖος Νοῦς, ὃν φέρουσιν ἐντός, συσκοτίζεται ὑπὸ τοῦ ἐνστίκτου, ὃ ἐπικρατεῖ πρὸς χάριν τῆς σωτηρίας τοῦ βίου.
Τὰ ζῷα ἐμφανίζουσιν ἀγριωτέραν διαγωγὴν ἐν τῷ τρόπῳ τοῦ ἐπιβιῶναι, καὶ μεταχειρίζονται τὸν θάνατον ἄλλων ζῴων εἰς τροφήν καὶ διατήρησιν τοῦ ζῆν, βιώνοντα οὕτως τὴν ἀπομάκρυνσιν ἀπὸ τῆς Ἀθανάτου Ζωῆς κατὰ τὸν χείριστον τρόπον.
Ἡ δὲ Ψυχὴ τῶν φυτῶν κρατεῖται ὑπὸ τῆς μεγίστης στερήσεως τοῦ Θείου Λόγου καὶ τῆς Σοφίας· τὰ δὲ φυτὰ, ὡς ὄντα, φανεροῦσιν τὴν ἀπομάκρυνσιν αὐτῶν ἀπὸ τοῦ Θείου Νοὸς, καὶ αὐτὰ στεροῦνται παντελῶς νοήσεως, καθ’ ὅν τρόπον αὕτη ἐκδηλοῦται ἐν τοῖς ζῴοις καὶ τοῖς ἀνθρώποις.
Τὰ φυτὰ βιῶσι τὴν ἀπομάκρυνσιν ἀπὸ τὴν Ἀθάνατον Ζωὴν ὡς χωρισμὸν ἀπὸ τὴν Θείαν Λογικὴν.
Ἡ δὲ Ψυχὴ τῶν ἀνθρώπων κείται ἐν μέσῳ μεταξὺ τοῦ Θείου καὶ τοῦ Αἰσθητοῦ κόσμου.
Ὁ ἄνθρωπος πλησιάζει μᾶλλον πρὸς τὸ Θεῖον καὶ ἔχει τὴν δύναμιν θεώσεως καὶ Ἐπιστροφῆς πρὸς τὸ Ἕν, ἐὰν στραφῇ πρὸς Αὐτό, καθάπερ ποιοῦσιν οἱ φιλόσοφοι, οἱ θεουργοί, οἱ ἀσκηταί, καὶ οἱ θεολόγοι.
Ἐνίους δὲ ἀνθρώπους συνοδεύει ἀνάμνησις τοῦ Θείου Ἕνoς, ἣν καὶ ποθοῦσιν· καὶ διὰ τῆς Θείας αὐτῶν Φύσεως καὶ Καταγωγῆς συνδέονται πρὸς τὴν Ἀγαθότητα τοῦ Ἕνoς, ἐκδηλοῦντες συμπάθειαν καὶ χρηστότητα πρὸς τὰ λοιπὰ ὄντα.
Ἄλλοι δὲ ἄνθρωποι οὐ διατηροῦσι μνήμην τοῦ Θείου Ἕνoς, καὶ μεταχειρίζονται τὸν Θεῖον Νοῦν μόνον ὡς λογιστικὸν ὄργανον, ἵνα αἰσθάνωνται καὶ ἀναλύωσι τὴν ὕλην, γινόμενοι ἄθεοι, ἀγνοοῦντες τὸν Θεῖον Κόσμον.
Ἔνιοι δὲ εἰσὶν ἔτι μᾶλλον ἀπέχοντες τοῦ Θείου Νοὸς, ἐπιρρίπτοντες τὴν δυστυχίαν τῶν ἰδίων ἐκλογῶν εἰς ἄλλα ὄντα ἢ καὶ εἰς τοὺς Θεούς, καθ’ ὅλον τὸν χρόνον τῶν μετενσαρκώσεων αὐτῶν· καὶ οὕτως ἐκδηλοῦσι τὴν μεγίστην ποιοτικὴν ἀπομάκρυνσιν τῆς Ψυχῆς αὐτῶν ἀπὸ τὴν Ἀθανασίαν καὶ τὸ Θεῖον, φανεροῦντες τὴν ἐσχάτην μορφὴν Κακίας, ὡς ἀντιθεΐαν καὶ θεομαχίαν.
Τὸ δὲ πεδίον τοῦ Γίγνεσθαι ἐδημιουργήθη ὑπὸ τοῦ Θεοῦ Νοὸς τοῦ Δημιουργοῦ πρὸς ἀφανισμὸν τῆς ἀγνοίας τῶν Ψυχῶν περὶ τοῦ Θανάτου καὶ τῆς Ἀθανασίας.
Αἱ δὲ Ψυχαὶ ἐντός τούτου τοῦ πεδίου βιῶσι διαφόρους ποιότητας καὶ καταστάσεις ἐκ τῶν Ἀντιθέτων, καὶ κτῶνται ἐμπειρικὴν γνῶσιν περὶ Θανάτου, Ἀθανασίας, καὶ τῆς στερήσεως τοῦ Θείου Ἕνoς.
Σκοπὸς τῶν Ψυχῶν ἐστὶ νὰ ἀποκτήσωσι Σοφίαν ἐπὶ τοῖς Ἀντιθέτοις, νὰ θαυμάσωσι τὸ Κάλλος τῶν Θείων Ἰδιοτήτων, νὰ ἀποβάλλωσι τὴν Κακίαν καὶ τὸν Θάνατον, καὶ νὰ στραφῶσι πάλιν πρὸς τὴν Ἰδέαν τῆς Ἀθανασίας, μετέχουσαι τῇ ἐπιστροφῇ πρὸς τὸ Ἕν, τερματίζουσαι πᾶσαν μορφὴν δυστυχίας, ἣν αὐταὶ αἱ Ψυχαὶ ἐκ τῆς ἰδίας αὐτεξουσίας ἐπελέξαντο.
Ὁ Πρῶτος Θεὸς, τὸ Θεῖον Ἕν – τὸ Ἀγαθόν, ἐξέπεμψεν τὸ Γίγνεσθαι διὰ τοῦ Θείου Νοὸς τοῦ Δημιουργοῦ, πρὸς παιδείαν τῶν Ψυχῶν, ἵνα καὶ αὐταὶ γεννῶνται Δημιουργοὶ Θεοὶ τῆς Ἀγαθότητος, τῆς Σοφίας καὶ τοῦ Κάλλους τοῦ Θεοῦ.
Ἔθετο τὸν Θάνατον καὶ τὴν Στέρησιν τοῦ Ἀγαθοῦ, οὐχὶ ἐξ ἔρωτος οὐδὲ πάθους οὐδὲ κακίας, οὐδ’ ἵνα δημιουργήσῃ τὴν Κακίαν ὡς Ἰδέαν· ἐπεὶ ἐκ τοῦ Ἕνoς – Ἀγαθοῦ οὐδεμία κακία δύναται νὰ ἐκπορευθῇ, οὐδὲ ἐκ τῶν Ἀθανάτων Θεῶν τοῦ Εἶναι.
Ἀλλ’ εἷλε ταῦτα εἰς μάθησιν, ἵνα γνωσθῇ τί ἐστιν ὁ καθαρμὸς, καὶ ὅτι οὐ δέον νοεῖσθαι θάνατον οὐδενὸς Ἀθανάτου Ὄντος, μηδὲ τοῦ Ἕνoς· ἐπεὶ τοῦτο ἀντιτείνει πρὸς τὴν Ἀντιθεΐαν καὶ Θεομαχίαν, καὶ γεννᾷ τὴν Κακίαν ὡς θάνατον καὶ ἀπώλειαν τοῦ Ἀθανάτου Ἀγαθοῦ Ὄντος.
«Ἡ πρὸς τὸ Ἕν νοητικὴ ἐλευθερία τῆς ψυχῆς ἢ θεουργικῶς ἀνατείνει πρὸς δημιουργικὴν ἔκφανσιν τοῦ Θείου, ἢ εἰς ἀπόνοιαν ἐκπίπτουσα καθίσταται θηριώδης καὶ θεομάχος, ἀντιτείνουσα τῷ ὄντως Θεῷ.»
«Η νοητική ελευθερία της ψυχής προς το Ένα είτε ανυψώνεται θεουργικά προς μια δημιουργική εκδήλωση του Θείου, είτε, αν εκπέσει στην παραφροσύνη, γίνεται θηριώδης και θεομάχος, αντιτασσόμενη στον όντως Θεό.»
~Τανύπτερος~ Θέωση και Πτώση της Ψυχής κατά τον Νεοπλατωνισμό
Απόδοση στη Νεο Ελληνική: Το Εν το Γίγνεσθαι και ο καθαρμός των Όντων από τον Θάνατο

