Ἡ Ὑπερτάτη Ἀγαθότης ὡς Πηγή πάντων
◼ Πλωτῖνος (V.1.5):
«Πάντα ἐκ τοῦ ἑνός· ὁμοίως δὲ καὶ ἐκ τοῦ ἀγαθοῦ. Διὸ ἀναγκαῖον εἶναι τὸ ἓν καὶ τὸ ἀγαθὸν ταὐτόν.»
Ἡ Ἀγαθότης, οὖσα ἡ πηγαία καὶ ἀενάως δημιουργικὴ δύναμις, τυγχάνει ἡ Πρώτη Ἀρχὴ καὶ Πρώτη Θεότης, οὐχ ὡς ἀόριστος ἔννοια καθ’ ὑπονοουμένην παρερμηνείαν τοῦ ὑπερουσίου καὶ ὑπέρλογου, ἀλλ’ ὡς ὄντως Ὑπερούσιος καὶ ὑπὲρ νοῦ Θεία Ἀρχή.
Ἡ Ἀγαθότης ὡς Γενεσιουργὸς Δύναμις
◼ Πρόκλος (Στοιχείωσις Θεολογική, Θεώρ. 13):
«Πᾶν αἴτιον τῶν ὄντων ἀγαθόν… ἀγαθόν, καθ’ ὅσον αἴτιον.»
Ὁ Πρῶτος Θεός, ὢν ἡ Πρώτη Αἰτία καὶ Ἀρχή, πλήρης καθ’ ἑαυτόν, προβάλει ἐξ ἑαυτοῦ, δι’ ἰδίας ἀυταρκείας καὶ πληρώσεως, τὴν ἀγαθὴν του ἐνέργειαν εἰς τὰς ὑφεστώσας βαθμίδας τῆς Ὑπάρξεως, κατ’ εἰκόνα καὶ λόγον.
Ἡ Ὑπερβατικὴ Ἀγάπη τοῦ Ἑνὸς ὡς Κινοῦσα Πάντα
◼ Πλωτῖνος (VI.9.6):
«Τὸ Ἕν ἐστὶν ὑπεράνω νοῦ καὶ ψυχῆς, ὡς πηγὴ τοῦ καλοῦ, τοῦ νοητοῦ, τοῦ ἀγαθοῦ.»
Ὁ Πρῶτος Θεός, ὑπέρ νου καὶ ψυχῆς ὤν, νοεῖται ὡς θεῖος Ἔρως, ὁ ἀγαθὸς πόθος τῆς ἀπείρου δωρεᾶς, ὃς δίδωσιν εἶναι κατὰ πρόοδον, καὶ πάλιν ἐλκύει πρὸς ἑαυτὸν πάντα ὡς ἀρχὴ τῆς ἐπιστροφῆς.
Ἡ Ἀγαθότης οὐδὲν ἀποκρύπτει τοῦ ἑαυτῆς
◼ Πλωτῖνος (V.2.1):
«Τὸ ἀγαθὸν οὐδὲν ἀποκρύπτει· ὅλον αὑτοῦ ἐκχέειν θέλει.»
Ἡ Ἀγαθότης τοῦ Πρώτου Θεοῦ τυγχάνει ἐκχυτικὴ, ἀνενδεὴς καὶ πάντοτε μεταδοτικὴ, ἀνεῳγμένη εἰς πᾶν ὄν, ὡς δῶρον τοῦ θείου πληρώματος.
Συνοπτικαί Ἀρχαί τῆς Θείας Ἀγαθότητος
– Τὸ Ἕν ἐστὶν Ἀγαθόν, ὁ Πρῶτος Θεός, οὐκ ἀόριστος ἔννοια, ἀλλ’ ὑπερούσιος καὶ ὑπέρλογος Θεότης.
– Ἡ Ἐκπόρευσις οὐχ ἁπλῶς κίνησις, ἀλλ’ ἀναγκαία ἀπορροὴ θείας ἀγάπης, τελεία μαρτυρία τῆς θείας Ἀγαθότητος.
– Ἡ Ἀγαθότης ἐστὶν ἡ οντολογικὴ πληρότης, ἡ εἰς ἕκτατον βαθμὸν τελειοποιητικὴ δύναμις τοῦ Πρώτου Θεοῦ.
Περὶ τῆς Ἐπιστροφῆς καὶ Θεώσεως διὰ τῆς Θεουργίας
Ἡ Ἐπιστροφή καὶ Ἕνωσις πρὸς τοὺς Θεοὺς καὶ τὸ Ἕν ἐπιτελεῖται διὰ καθάρσεως τοῦ νοὸς, τῶν παθημάτων καὶ τῶν ὁρμῶν, καὶ διὰ τῆς θείας ἐνεργείας τῶν Θεῶν ἐν ταῖς τελεταῖς τῆς Θεουργίας.
Ἡ Ἁγία Τρίοδος Θεώσεως
α’) Ἀφομοίωσις πρὸς τὸ Κάλλος τοῦ Θεοῦ, ἐντὸς τῆς ψυχῆς διὰ τῆς ἀγάπης, τῆς καλοσύνης, τῆς συμπαθείας· τὰ δὲ τρία ταῦτα συνιστῶσι τὴν Ἀγαθότητα τοῦ Ἑνός. Ἀτραπὸς τῆς Θεᾶς Ἀφροδίτης.
β’) Ἐπίκτησις σοφίας διὰ φιλοσοφίας, ἣ καθιστᾷ τὸν ἀνθρώπινον νοῦν ὁμοιοῦμενον πρὸς τὸν Θείον Νουν. Ἀτραπὸς τῆς Θεᾶς Ἀθηνᾶς.
γ’) Μυστικὴ μέθεξις καὶ θέα τῆς μορφῆς τῶν Θεῶν, ὡς Φῶς, διὰ θεουργικῶν ἔργων καὶ μυστηρίων ἱερῶν. Ἀτραπὸς τῆς Θεᾶς Ἑκάτης καὶ τοῦ Θεοῦ Ἡλίου.
Ὁ Ἄνθρωπος ὁμοιοῦται τῷ Ἑνὶ, τῷ Πρώτῳ Θεῷ
Ὅταν δὲ ἐν βίῳ ἀσκῇ τὴν καλοσύνην, τὴν συμπάθειαν, τὴν ἀγαθότητα πρὸς πάντα ὄν, ἀνθρώπινον, ἄλογον ζῷον, ἢ καὶ πρὸς ἄψυχον ὕλην, ἣ ἐστὶν ἡ ἐσχάτη ἐκδήλωσις τῆς τοῦ Ἑνὸς πληθύνσεως, τότε καθίσταται εἰκών τοῦ Θεοῦ τοῦ Ἀγαθοῦ.
Εἴθε ὁ Λόγος οὗτος νὰ χρησιμεύσῃ ὡς ὁδοδείκτης τῆς Ἀναβάσεως πρὸς τὸ Ἕν.

