Εὐτυχῶς χρῶ, ἑταῖρε
Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην,
εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.
Ζεῦ ~ασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
̓Ηελίου, Μήνης θ’ ἱερὸν σέλας ̓́Αστρα τε πάντα :
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
Φερσεφόνη θ’ ἁγνὴ ∆ημήτηρ τ’ ἀγλαόκαρπε
̓́Αρτεμί [τ’] ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,
ὃς ∆ελφῶν ναίεις ἱερὸν πέδον : ὅς τε μεγίστας
τιμὰς ἐν μακάρεσσιν ἔχεις, ∆ιόνυσε χορευτά :
̓͂Αρές τ’ ὀμβριμόθυμε καὶ ̓Ηφαίστου μένος ἁγνὸν
ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα :
καὶ σύ, καταχθονίων ~ασιλεῦ, μέγ’ ὑπείροχε δαῖμον,
̔́Ηβη τ’ Εἰλείθυια καὶ ̓Ηρακλέος μένος ἠύ :
καὶ τὸ ∆ικαιοσύνης τε καὶ Εὐσεβίης μέγ’ ὄνειαρ
κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον
̔́Ηρην τ’, αἰγιόχοιο ∆ιὸς θαλερὴν παράκοιτιν :
Μνημοσύνην τ’ ἐρατὴν Μούσας τ’ ἐπικέκλομαι ἁγνὰς
ἐννέα καὶ Χάριτάς τε καὶ ̔́Ωρας ἠδ’ ̓Ενιαυτὸν
Λητώ τ’ εὐπλόκαμον, Θείην σεμνήν τε ∆ιώνην
Κουρῆτάς τ’ ἐνόπλους Κορύβαντάς τ’ ἠδὲ Καβείρους
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, ∆ιὸς ἄφθιτα τέκνα,
̓Ιδαίους τε θεοὺς ἠδ’ ἄγγελον Οὐρανιώνων,
̓Ερμείαν κήρυκα, Θέμιν θ’, ἱεροσκόπον ἀνδρῶν,
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον ̓͂Ημαρ,
Πίστιν τ’ ἠδὲ ∆ίκην καὶ ἀμύμονα Θεσμοδότειραν,
̓Ρείαν τ’ ἠδὲ Κρόνον καὶ Τηθὺν κυανόπεπλον
̓Ωκεανόν τε μέγαν, σύν τ’ ̓Ωκεανοῖο θύγατρας
̓́Ατλαντός τε καὶ Αἰῶνος μέγ’ ὑπείροχον ἰσχὺν
καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ
μειλιχίους τε θεούς, ἀγαθήν τ’ ἐπὶ τοῖσι Πρόνοιαν
∆αίμονά τ’ ἠγάθεον καὶ ∆αίμονα πήμονα θνητῶν,
∆αίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους
καὶ χθονίους καὶ ὑποχθονίους ἠδ’ ἐμπυριφοίτους,
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας,
̓Ινὼ Λευκοθέην τε Παλαίμονά τ’ ὀλβιοδώτην
Νίκην θ’ ἡδυέπειαν ἰδ’ ̓Αδρήστειαν ἄνασσαν
καὶ ~ασιλῆα μέγαν ̓Ασκληπιὸν ἠπιοδώτην
Παλλάδα τ’ ἐγρεμάχην κούρην, ̓Ανέμους τε πρόπαντας
καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ :
Μητέρα τ’ ἀθανάτων, ̓́Αττιν καὶ Μῆνα κικλήσκω
Οὐρανίαν τε θεάν, σύν τ’ ἄμβροτον ἁγνὸν ̓́Αδωνιν
Αρχήν τ’ ἠδὲ Πέρας (τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον)
εὐμενέας ἐλθεῖν κεχαρημένον ἦτορ ἔχοντας
τήνδε θυηπολίην ἱερὴν σπονδήν τ’ ἐπὶ σεμνήν.
